Τῇ αὐτῇ ἡμέρᾳ, ἐννάτῃ τοῦ Μηνὸς Ἰουλίου, ἐν Κύπρῳ, κατὰ τὸ χίλια ὀκτακόσια εἴκοσι καὶ ἓν ἔτος (1821), ἀπαγχονίζεται ὑπὸ τῶν Ἀγαρηνῶν ὁ Ἀρχιεπίσκοπος Κυπριανὸς καὶ ὁ Ἀρχιδιάκονος αὐτοῦ Μελέτιος, καρατομοῦνται δὲ οἱ Μητροπολίται Πάφου Χρύσανθος, Κιτίου Μελέτιος, Κυρηνείας Λαυρέντιος, ὁ Ἡγούμενος τῆς Μονῆς Κύκκου Ἰωσὴφ καὶ ὁ Οἰκονόμος τοῦ Ὁμόδους Δοσίθεος. Ἕτεροι δὲ κληρικοὶ καὶ πρόκριτοι ἀποκεφαλίζονται, τὸν ἀριθμὸν τετρακόσιοι ὀγδοήκοντα καὶ ἕξ, ἐξ ὅλης τῆς Κύπρου συλληφθέντες καὶ ἀχθέντες· οἱ μὲν κληρικοὶ ἐν Λευκωσίᾳ, οἱ δὲ λοιποὶ εἰς τὴν περιοχὴν Ἀχερᾶ.
Στίχοι
Τιθεὶς
ψυχὴν Κυπριανὸς ὁμοῦ συμμύσταις,
Λαοῦ ἐν
περιστάσεσιν ἀπαρχὴ προσηνέχθη.
Ἀπολυτίκιον. Ἦχος δ´.
Ὡς τῶν Ἀποστόλων διάδοχοι, καὶ τῆς Ἐκκλησίας τῆς Κύπρου ἰθύνοντες, τὸν δοτῆρα τῶν ἀγαθῶν ἱκετεύσατε, γαλήνην τοῖς εὐσεβέσιν δωρήσασθαι καὶ τῶν δεινῶν ἀπαλλαγήν, καὶ περιστάσεων τὴν λύσιν
πανόλβιοι.
Καθίσματα
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἡ Κύπρος ἀληθῶς, ἐν συμπνοίᾳ γεραίρει, τὴν μνήμην τῶν σεπτῶν καὶ ἁγίων πατέρων, ἡμεῖς δὲ θαυμάζοντες τὴν τῆς πίστεως δύναμιν, ἀνακράζομεν πρὸς τῶν μαρτύρων τὸν ὄγκον, καὶ νῦν ἡμᾶς ῥύσασθε
παντὸς κινδύνου καὶ βλάβης, πατέρες θεόληπτοι.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἱεραρχῶν τὰς καλλονάς, καὶ τῶν μαρτύρων τὴν πληθύν, ἡ Ἐκκλησία τοῦ Χριστοῦ ὑμνολογοῦσα νοερῶς, πανηγυρίζει εὐλαβῶς καὶ ἀνακράζει· Συγχάρητέ μοί, φησιν,
ἐπὶ τὰ τέκνα μου· Χριστὸς γὰρ ἀληθῶς ὁ τῶν αἰώνων ἀρχηγός, ὡς πάντων νικητὴς καὶ πάλιν δείκνυται· Τριὰς Ἁγία μὴ ἀπολίπῃς σκέπειν τοὺς δούλους σου.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν Κυπρίων οἱ δῆμοι πανευλαβῶς τῶν μαρτύρων τὰ κλέη, χαρμονικῶς, ἐν ἑορταῖς ὑπαντήσωμεν, καὶ Χριστῷ ἐκβοήσωμεν· Νικητὰ τοῦ θανάτου Σύ Παντουργέ, τῶν τυράννων τὸ θράσος κατάστειλον. Καὶ εἰρήνην τοῖς δούλοις σου χάριζε, τοῖς πιστῶς φθεγγομένοις σοι· Χαῖρε τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀλουργίδα τὴν ἔνδοξον, οἱ σεπτοὶ νεομάρτυρες, ἀναιρέσει ἐκτήσαντο διὰ πίστεως, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὸ πᾶν ἀρνησάμενοι, τὴν αἰώνιον ζωήν, τῶν γηΐνων προκρίναντες, νῦν
κατέχουσι. Καὶ πρεσβεύουσιν ἀπαύστως ὑπὲρ πάντων τῶν τελούντων, τὸ ἱερόν αὐτῶν μνημόσυνον.
Στίχ. Αἰνεῖτε
αὐτὸν ἐν
τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἐκκλησίας τὸ ἴνδαλμα, καὶ Κυπρίων τὸ καύχημα, τῶν βαρβάρων τὰ ξόανα, οὐκ ἐλάτρευσαν. Τοῦ Χριστοῦ γὰρ τοῖς ἴχνεσι, ποιμένες οἱ Ἅγιοι, καὶ τὸ ποίμνιον αὐτῶν, εὐθαρσῶς ηὐτομόλησαν θείᾳ χάριτι. Καὶ αἰτοῦσιν ἡμῖν τοῖς ἀναξίοις, τῶν ψυχῶν καὶ τῶν σωμάτων, τὴν τῶν κακῶν ἀπολύτρωσιν.
Δόξα. Ἦχος πλ. δ´.
Τῶν μαρτύρων τὰ τρόπαια ὁρῶντες οἱ πιστοί, τὴν γλῶτταν πρὸς εὐφημίαν κινήσωμεν, τὸ στεῤῥὸν τῆς πίστεως θαυμάζοντες καὶ ἐπὶ τῶν βασάνων τὸ ἀπερίτρεπτον. Τούτοις οὖν
προσείπωμεν· Χαίρετε Κυπρίων τὸ
βλάστημα, καὶ τῆς Ὀρθοδοξίας οἱ ἀκατάβλητοι πύργοι. Χαίρετε ἐπίγειοι Ἄγγελοι καὶ οὐράνιοι ἄνθρωποι καὶ τοῦ θείου λαοῦ
γνήσιοι ποιμένες, τὴν ψυχὴν τιθέμενοι ὑπὲρ τῶν ἐμπιστευθέντων ὑμῖν θεολέκτων
προβάτων. Ἱκετεύσατε, δεόμεθα, τὸν Κύριον, τὸν δοτῆρα
παντὸς ἀγαθοῦ, ῥύσασθαι ἡμᾶς, ἀπὸ πάσης ἐπιβουλῆς τῶν
κακοδόξων καὶ πάσης προσβολῆς τοῦ πολεμήτορος.
Ευχή.
Πάτερ
Ἅγιε, κρίνων δίκαια καὶ πᾶσαν τὴν Οἰκουμένην ἐπιβλέπων κυριαρχικῶς ὡς πάντων Δεσπότης, ἐν εὐθύτητι
δὲ αὐτὴν μεγαλοπρεπῶς διακυβερνῶν, ἴδοιμεν τὴν παρὰ Σοῦ ἀποκατάστασιν καὶ
δικαιοκρισίαν.
Εἴσδεξαι
τῶν ἁγίων Μαρτύρων τὰ αἵματα καὶ τὰς ὀδυνηρὰς δεήσεις ὑπὲρ τῶν ἀδελφῶν αὐτῶν, ἐπιδεικνυμένων
Σοι τὰ αἱματοστάλακτα αὐτῶν ἱμάτια· πρόσδεξαι τοῦ ἀδόλου λαοῦ Σου τὸν στεναγμόν·
ἔπιδε ἐπὶ τὰ ὀστέα, τὰ σιγηρὰ καὶ ξηρὰ καὶ τεταπεινωμένα, τῶν εὐσθενῶν ὑπερασπιστῶν
τοῦ ἱεροῦ τούτου πατρῴου ἐδάφους, καὶ ἡρῴων τοῦ Γένους· καὶ ἀνάστηθι εἰς τὴν
βοήθειαν ἡμῶν.
Ποίησον
μεθ᾿ ἡμῶν σημεῖον εἰς ἀγαθόν.
Ἀπόδος
τοῖς μοχθηροῖς καὶ διεστραμμένοις τῆς γῆς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν, ἀπόδος στεῤῥὰν
ἀκυρότητα καὶ σωφρονισμόν, κατάλυσιν δὲ καὶ ἀκύρωσιν τῶν ἀνόμων βουλῶν καὶ ἐπιβουλιῶν
αὐτῶν, ὅτι παρεπίκρανὰν Σε, Κύριε, καὶ ἐπὶ Σὲ καὶ τὸν λαόν Σου πονηρὰ
ἐβουλεύσαντο καὶ ἐπὶ τοὺς ἠγαπημένους Σου ὕψιστα ἠσέβησαν καὶ ἐταπείνωσαν.
Βοήθησον
ἡμῖν, Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ Ὀνόματός Σου.
Κύριε,
ἐκτὸς Σοῦ ἄλλον οὐκ οἴδαμεν.
Ῥῦσαι
ἡμᾶς καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ Ὀνόματός Σου· Μή
ποτε εἴπωσι τὰ ἔθνη «ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;»
Καὶ
γνωσθήτω ἐν τοῖς ἔθνεσι καὶ τοῖς ἐπηρμένοις τῆς γῆς καὶ τοῖς ἀλλογενέσι
βαρβάροις, γνωσθήτω ὅτι Σύ εἶ Θεὸς μόνος·
γνωσθήτω
ἐνώπιον τῶν ὀφθαλμῶν αὐτῶν ἡ κραταιὰ ἰσχὺς τῆς Βασιλείας Σου·
καὶ
γνωσθήτω ἐνώπιον ἡμῶν τῶν ταπεινῶν δούλων Σου ἡ ἐκδίκησις τοῦ αἵματος τῶν Μαρτύρων
Σου, τοῦ εὐαρέστως ἐν πίστει ἐκκεχυμένου·
εἰσελθέτω
δὲ ἐνώπιον τοῦ θρόνου τῆς Παντοκρατορίας Σου ὁ στεναγμὸς τῶν πεπεδημένων·
κατὰ
δὲ τὴν μεγαλωσύνην τοῦ βραχίονός Σου περιποίησαι καὶ ἀνάστησον τοὺς υἱοὺς τούτους
τῶν τεθανατωμένων·
ἀποδιδοὺς
τοῖς λυπηροῖς τούτοις γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν καὶ τὸν ὀνειδισμὸν
αὐτῶν ἀνταποδιδούς, Δέσποτα, ὃν ὠνείδισάν Σε, Κύριε.
Ἡμεῖς
δὲ λαός Σου καὶ πρόβατα νομῆς Σου ἀνθομολογησόμεθά Σοι εἰς τὸν αἰῶνα, Κύριε, εἰς
γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν Σου (Ψαλμ. οη’9-13), ὅτι ὡς πάλαι καὶ νῦν ἔσωσας ἡμᾶς, ἔτι σώσεις,
δόξα Σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου