Σάββατο 6 Ιανουαρίου 2018

Θεοφάνεια




Τ Ϛ´ το ατο μηνς, τ για Θεοφνεια το Κυρου κα Θεο κα Σωτρος μν ησο Χρι-στο, ὅτε δηλαδή προσῆλθε πρὸς τὸν Πρόδρομον Ἰωάννην Ἐπιφανεὶς Θεός, Μονογενὴς τοῦ Ἐπουρανίου Πατρός,  ἐν ἀφάτῳ συγκαταβάσει καὶ ταπεινώσει αὑτοῦ, αἰτῶν βάπτισμα λαβεῖν, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην τοῦ πρώτου Νόμου, ἐκεῖνος δὲ ἐν τρόμῳ καὶ ἀφάτῳ κατανύξει, ὡς καὶ ἐν ἀφράστῳ ἀγαλλιάσει καὶ ἐν ἐκστάσει ψυχῆς διὰ τὴν ἐκπλήρωσιν τοῦ ποθουμένου λυτρωμοῦ, ὑπεδέξατο Αὐτὸν ἐν τῷ ποταμῷ καὶ ὑπέδειξε Τοῦτον τοῖς πᾶσιν ὡς αὐτὸν τὸν ἀναμενόμενον Μεσσίαν καὶ Ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα ἀθρόως καὶ ὁλοσχερῶς τὴν ἁμαρτίαν τοῦ κόσμου.  
Ἠνοίχθησαν δὲ τότε καὶ τὰ ἐπουράνια, καὶ φωνὴ κατηνέχθη παρὰ τοῦ  Πατρὸς λέγουσα· «οὗτός ἐστιν Υἱός μου ἀγαπητός, ἐν ηὐδόκησα». Πᾶς δὲ λαός, ἐν ἀμετρήτῳ πλήθει συνηγμένος ὡς εἱκὸς παρὰ τῷ Ἰωάννῃ, εἶδε τὰ πρωτοφανῆ καὶ ἀνήκουστα τελούμενα καὶ λαβε τὴν πρώτην αὐθεντικὴν εἴδησιν περὶ τῆς Ἐλεύσεως τοῦ Θεανθρώπου, ἄχρι τότε σιωπῶντος Ἐκείνου καὶ ἰδιωτεύοντος ἐν Ναζαρέτ.  
Ἠκολούθησε δὲ τοῦτον πάραυτα λαός, ἀφοσιούμενος καὶ προστρέχων πρὸς τὸν Πάμφωτον καὶ Προσκυνητὸν καὶ Λατρευτὸν Νέον Διδάσκαλον τῆς εὐδοκίας τοῦ Πατρός, τὸν Θεάνθρωπον καὶ Λυτρωτήν, τοῦ Τιμίου Προδρόμου δηλώσαντος· «Αὐτὸν δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι», ὡς τερματίσαντος τὴν ἕως τότε προδρομικὴν ἀποστολὴν καὶ λειτουργίαν αὐτοῦ.  
Ἐθέλχθησαν δὲ πεισθέντες οἱ πρῶτοι Μαθηταὶ καὶ ἀκόλουθοί Του, καταλείψαντες πλέον τὸν Βαπτιστήν, Ἀνδρέας καὶ Πρωτόκλητος ἐπικληθεὶς μετά Ἰωάννου τοῦ Θεολόγου καὶ Εὐαγγελιστοῦ, εἶτα δὲ Πέτρος καὶ Ἰάκωβος, οἱ ἑκατέρωθεν ἀδελφοὶ τῶν πρώτων, καὶ Φίλιππος συμπολίτης αὐτῶν καὶ Ναθαναήλ, τοῦ Φιλίππου φίλος
Λέγεται δὲ ὅτι ἐπληρώθη  ἀοράτως Ψαλμικὴ Προφητεία· «Τὰς κάρας τῶν δρακόντων συνέθλασεν Κύριος ἐπὶ τοῦ ὕδατος», καθότι ἐκ τῆς ἄκρας ταπεινώσεως Αὑτοῦ, ἀλλὰ καὶ ἐκ τῆς πυροφλεγοῦς Θεότητος τὴν παρουσίαν, οἱ ἐμφωλεύοντες τῇ κτίσει κακεντρεχεῖς δαίμονες ἠναλώθησαν.  
Ἑτέρα δὲ Προφητεία λέγει· ὅτι « Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω». Δηλονότι, ἔντρομος γενόμενος πολύῤῥους καὶ ὁρμητικὸς ποταμός, ὑποδεχόμενος ἐν τοῖς ῥεῖθροις αὑτοῦ Αὐτὸν τὸν πάντων Κτίστην καὶ Θεόν καὶ τοῦ Σύμπαντος Κόσμου τὸν Πρύτανιν καὶ Δεσπότην καὶ Παντουργόν, ἀνεπόδισε τὸ ῥεῦμα, οἱονεὶ φρίττων τὴν Θεϊκὴν δυναστείαν, μέχρι σήμερον δέ, κατὰ τὴν τελετὴν τοῦ ἁγιασμοῦ τῶν ὑδάτων εἰς τὸ αὐτὸ σημεῖον τῆς Θείας Βαπτίσεως καὶ Ἐπιφανείας, ορδάνης ἀναχαιτίζεται καὶ τρέπεται εἰς τὰ ὀπίσω, δι᾿ ἐμφανιζομένων ἀλλεπαλλήλων συστροφῶν τοῦ ὕδατος, μὲ στροβιλισμὸν καὶ προφανῆ δίνην τῶν ναμάτων αὐτοῦ, καὶ ὑποστρέφει τὸν ῥοῦν, εἰς σημεῖον τοῖς πᾶσι καὶ εἰς ἔνδειγμα καὶ νόμιμον αἰώνιον διὰ τὰς γενεὰς τῶν πιστῶν, ἔτι δὲ καὶ τῆς Ἐκκλησίας αἰώνιον δόξαν καὶ λαμπρότητα καὶ ἀγαλίαμα.
Στχοι
Τος ορανος Βπτισμα το Χριστο σχσαν,
Τος ατ μ χρανοντας νδον εσγει.
Βπτισεν ν ποταμ Χριστν Πρδρομος κατ κτην.

Ατ τῷ Ἐπιφανέντι Φιλανθρώπῳ Θεῷ ἡμῶν, δξα κα τ κρτος, ες τος αἰῶνας τν αἰώνων. μν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου