Ἦχος δ´. Ἅπας γηγενής.
Στίχ. Ἄγγελοι
καὶ ἄνθρωποι τὴν σεπτήν σου, Σκέπην τιμῶμεν Δέσποινα,
πάντας γὰρ σκέπεις ἐν ταύτῃ, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας.
πάντας γὰρ σκέπεις ἐν ταύτῃ, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας.
Μνείαν ἱεράν, εἰς δόξαν καὶ αἴνεσιν τῶν θαυμασίων
σου, ἄγει Παναμώμητε,
ἀγαλλομένη
ἡ Ἑλλὰς σήμερον,
καὶ πίστει
καταφεύγόυσα ὑπὸ τὴν Σκέπην
σου, ἐκβοᾷ σοι· Σκέπε με καὶ φύλαττε, ἄχρι βίου
τερμάτων Πανύμνητε.
Στίχ. Ἄγγελοι
καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν·
σκέπει γὰρ αὕτη καὶ σῴζει, πάντας τοὺς ταύτην τιμῶντας.
σκέπει γὰρ αὕτη καὶ σῴζει, πάντας τοὺς ταύτην τιμῶντας.
Ὅλῃ τῇ ψυχῇ, συνήλθομεν
Ἄχραντε τῇ θείᾳ Σκέπῃ σου, αἶνον χαριστήριον,
εὐγνωμοσύνῃ θερμῇ προσάγοντες,
ὅτι ἡμᾶς ἐξέλεξας εἰς περιποίησιν,
καὶ ἐν πᾶσι, περιέπεις Δέσποινα, καὶ διέπεις
καὶ σῴζεις ἐκ θλίψεων.
Στίχ. Ἄχραντε
Παρθένε Θεοκυῆτορ, τὴν ποίμνην σου περίσῳζε,
σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσιν.
σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσιν.
Ὕπερθεν Ἁγνή, καὶ κύκλῳ τοῦ Ἔθνους σου
τὴν θείαν
Σκέπην σου, οἷα περιτείχισμα,
ἔχε Παρθένε,
πλούτῳ χρηστότητος·
ἐμοὶ δὲ τῷ τοὺς ὕμνους σοι ἤδη ὑφάναντι, δίδου Κόρη, φωτισμόν καὶ ἔλλαμψιν,
καὶ πταισμάτων
τὴν ἄφεσιν δέομαι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου