Εἰς κεκοιμημένους Ψυχοσαββάτου
Ἐν τῷ Ὄρθρῳ
καὶ τῇ Θ.Λειτουργίᾳ.
Μετὰ τὰ
Εὐλογητάρια. Ὁμοίως
καὶ μετὰ τὸ Εἴη τὸ Ὄνομα Κυρίου.
ὁ Ἱερεύς: Ἐλέησον ἡμᾶς, ὁ Θεός, ...
ὁ Χορός: Κύριε, ἐλέησον. (γ´)
ὁ Χορός: Κύριε, ἐλέησον. (γ´)
ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ᾿
ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς, βασιλέων, πατριαρχῶν,
ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακό-νων, μοναχῶν ἀνδρῶν τε καὶ γυναικῶν,
ἀσκητῶν, ἐρημιτῶν, ἱεραποστόλων, κηρύκων, τῶν ὑπὲρ τῆς διδαχῆς τῆς Νεότητος
μοχθησάντων παιδαγωγῶν, τῶν Διδασκάλων τοῦ Γένους, ὡς καὶ τῶν εὐεργετῶν τῆς
Παιδείας, ἔτι δὲ καὶ τῶν ἐν θαλάσσῃ ἀποπνιγέντων καὶ τραγικῶς καταποντισθέντων
ἀδελφῶν ἡμῶν, τῶν ἐν ἐρημίαις ἀπωλεσθέντων ἢ ὑπὸ ἀγρίων θηρῶν σπαραχθέντων, τῶν
ἐν πολέμοις ἐν γενναιόφρονι γνώμῃ πεσόντων, τῶν ἐν τῷ καθήκοντι πιστῶς ἐγκαρτερησάντων
καὶ ἄχρι θανάτου διαμεμενηκότων, τῶν ἐν πλημμύραις καὶ σεισμοῖς, κατολισθήσεσί τε καὶ καταποντισμοῖς καὶ ποικίλαις
θεομηνίαις ἀποψυξάντων, τῶν ἐν αἰχμαλωσίᾳ καὶ βασάνοις ἀφανισθέντων, τῶν ἐν
ἀφορήτῳ πτωχείᾳ καὶ μονότητι, ἐν λιμῷ καὶ δίψει ἢ παγετῷ ἢ ἐν πυρὶ ἐκλιπόντων,
τῶν ἐμβρύων, τῶν ἀώρως, βιαίως, βαναύσως καὶ ἀδίκως ἐκριζωθέντων καὶ ἀποῤῥιφθέντων,
τῶν ἐν ἐπιδρομαῖς βαρβάρων ἐθνῶν καὶ ὑπὸ λῃστῶν ἀδικηθέντων καὶ ἀναιρεθέντων,
τῶν ὑπὸ τρομοκρατῶν φρικτῶς ἀναλωθέντων, τῶν ἐν ἀτυχήμασι καὶ δὴ ἐν τροχαίοις ἢ
ἐναερίοις μετακινήσεσιν ἄφνω ἐκλιπόντων, τῶν ὑπὸ ψυχοφθόρων οὐσιῶν παρακμασάντων
καὶ ἐκπνευσάντων, ὡς καὶ τῶν ἐν ψυχικοῖς νοσήμασι δραματικῶς ἐκδημησάντων, καὶ πάντων τῶν ἀπό περάτων
ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων ὀρθοδόξων χριστιανῶν, εὐεργετῶν ἡμῶν, ἀναδόχων, διδασκάλων,
πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν, προσφιλῶν,
οἰκείων καὶ συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ᾿ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ
συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
ὁ Χορός: Κύριε, ἐλέησον. (γ´)
ὁ Ἱερεύς: Ὅπως,
Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν...
ὁ Ἱερεύς: Τοῦ Κυρίου δεηθῶμεν
ὁ Χορός: Κύριε, ἐλέησον. ((ἅπαξ)
Εἶθ᾿ οὕτως τὴν Εὐχήν·
Ὁ Θεός τῶν πνευμάτων
καὶ πάσης
σαρκός, ὁ τὸν μὲν διάβολον καταργήσας, τὸν δὲ θάνατον καταπατήσας καὶ ζωὴν τῷ
κόσμῳ Σου δωρησάμενος, Αὐτός, Δέσποτα, ἐν σκηναῖς Δικαίων, ἐν αὐλαῖς Παραδείσου, ἐν
Χώρᾳ ζώντων, ἐν φωτὶ τοῦ Προσώπου Σου, ἀνάπαυσον τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων
Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων,
μοναχῶν ἀνδρῶν τε καὶ γυναικῶν, ἀσκητῶν, ἐρημιτῶν, ἱεραποστόλων, κηρύκων, καὶ
πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων ὀρθοδόξων χριστιανῶν,
εὐεργετῶν ἡμῶν, ἀναδόχων, διδασκάλων,
πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ
συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ᾿ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ
χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθεν ἀπέδρα πάσα ὀδύνη, λύπη καὶ στεναγμός.
Μνήσθητι,
Δέσποτα, τῆς κακουχίας τῶν δούλων σου ἐν τῇ ἐξόδῳ αὐτῶν καὶ τῆς ἐκ βαθέων ἐπικλήσεως
τοῦ ἐλέους σου. Μνήσθητι τῆς θεοφιλοῦς αὐτῶν καρδίας καὶ τῆς ἀγαθοτάτης
προαιρέσεως ἔναντι τῆς Μεγαλωσύνης σου καὶ τοῦ Νόμου σου καὶ ὅτι ἐξ ἀφεύκτου ἀνθρωπίνης
ἀδυναμίας καὶ ἐκ πειρασμικῆς συναρπαγῆς ἐπλημέλησαν ἐνώπιόν σου.
Μνήσθητι
τοῦ ἱεροῦ αὐτῶν Βαπτίσματος καὶ τῆς Ὀρθοδόξου Πίστεως, ὅπου ἠγκιστρωμένοι ὡς ἐπὶ
στερεάν πέτραν ἔστησαν καὶ οὐδέποτε ποσῶς ἐξ αὐτῆς ἀπέστησαν, Χριστὸν ἐνδυθέντες
καὶ ἐν Χριστῷ ζήσαντες.
Μνήσθητι
τοῦ Ἱεροῦ Χρίσματος αὐτῶν, ἐν ᾧ ἐσημειώθησαν καὶ τὴν σφραγίδα τοῦ Πνεύματος ἔλαβον,
ἀνεξάλειπτον δὲ καὶ ἀνεξάρνητον διεφύλαξαν.
Ὅθεν,
ὡς Ἐλεήμων Σὺ καὶ Συμπαθὴς καὶ Δίκαιος πᾶν ἁμάρτημα τὸ παρ᾿ αὐτῶν πραχθέν, ἐν
λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, ὅτι οὐκ ἔστιν
ἄνθρωπος, ὃς ζήσεται ἐπὶ τῆς γῆς καὶ οὐχ ἁμαρτήσει· Σύ γὰρ μόνος ἐκτὸς ἁμαρτίας
ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ λόγος Σου ἀλήθεια.
ὁ Ἱερεύς: Τοῦ Κυρίου
δεηθῶμεν.
ὁ Χορός: Κύριε, ἐλέησον. (ἅπαξ)
ὁ
Ἱερεύς: Ὅτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ μακαρία ἀνάπαυσις
πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ
Σοί τὴν δόξαν ἀναπέμπομεν …
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου