Εορτή του Αγίου Ιωάννου του Χρυσοστόμου σήμερα.
Και συνάμα, προετοιμαζόμαστε να ξεκινήσουμε μεθαύριο τη Νηστεία
των Χριστουγέννων.
Τί πιο επίκαιρο, απ’το να ακούσουμε λίγες εμπνευσμένες σκέψεις
του για την Μεγάλη Εορτή.
Εἰς τὴν
γενέθλιον ἡμέραν
τοῦ
Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄδηλον μὲν ἔτι οὖσαν τότε, πρὸ δὲ ὀλίγων ἐτῶν γνωρισθεῖσαν παρά τινων τῶνἀπὸ τῆς Δύσεως ἐλθόντων καὶ ἀναγγειλάντων.
αʹ.
Ἃ πάλαι πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προὔλεγον, δίκαιοι δὲ ἰδεῖν ἐπεθύμουν, ταῦτα ἐξέβη, καὶ τέλος ἔλαβε σήμερον· καὶ Θεὸς ἐπὶ γῆς ὤφθη διὰ σαρκὸς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Χαίρωμεν τοίνυν καὶ ἀγαλλιώμεθα, ἀγαπητοί. Εἰ γὰρ ὁ Ἰωάννης ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν, τῆς Μαρίας εἰσελθούσης πρὸς τὴν Ἐλισάβετ, ἐσκίρτησε· πολλῷ μᾶλλον ἡμᾶς οὐχὶ τὴν Μαρίαν, ἀλλ᾿ αὐτὸν τὸν Σωτῆρα ἡμῶν σήμερον τεχθέντα
θεασαμένους, σκιρτᾷν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς οἰκονομίας τὸ μέγεθος πᾶσαν ὑπερβαῖνον διάνοιαν.
Ἐννόησον
γὰρ ἡλίκον ἐστὶν, ἥλιον ἐκ τῶν οὐρανῶν καταβάντα, ἐπὶ γῆς τρέχοντα ὁρᾷν, καὶ τὰς ἀκτῖνας πᾶσιν ἀφιέντα ἐντεῦθεν. Εἰ δὲ ἐπὶ τοῦ αἰσθητοῦ φωστῆρος τοῦτο συμβὰν πάντας ἐξέπληξεν ἂν τοὺς θεωμένους, σκόπει μοι καὶ λογίζου νῦν, ἡλίκον ἐστὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐκ τῆς ἡμετέρας σαρκὸς ἀφιέντα τὰς ἀκτῖνας ὁρᾷν, καὶ τὰς ψυχὰς ἡμῶν καταυγάζοντα.
.. Καίτοι γε οὔπω δέκατόν ἐστιν ἔτος, ἐξ οὗ δήλη καὶ γνώριμος ἡμῖν αὕτη ἡ ἡμέρα γεγένηται· ἀλλ᾿ ὅμως, ὡς ἄνωθεν καὶ πρὸ πολλῶν ἡμῖν παραδοθεῖσα ἐτῶν, οὕτως ἤνθησε διὰ τῆς ὑμετέρας σπουδῆς. Ὅθεν οὐκ ἄν τις ἁμάρτοι καὶ νέαν αὐτὴν ὁμοῦ καὶ ἀρχαίαν προσειπών· νέαν μὲν διὰ τὸ προσφάτως ἡμῖν γνωρισθῆναι, παλαιὰν δὲ καὶ ἀρχαίαν διὰ τὸ ταῖς πρεσβυτέραις ταχέως ὁμήλικα γενέσθαι, καὶ πρὸς τὸ αὐτὸ τῆς ἡλικίας αὐταῖς φθάσαι μέτρον.
ζʹ. Μὴ τοίνυν γενώμεθα ἀγνώμονες περὶ τὸν εὐεργέτην, ἀλλὰ τὰ κατὰ δύναμιν ἅπαντες
ἅπαντα εἰσενέγκωμεν, πίστιν, ἐλπίδα, ἀγάπην, σωφροσύνην, ἐλεημοσύνην, φιλοξενίαν.
Καὶ ὃ πρώην ὑμᾶς παρεκάλεσα, τοῦτο καὶ νῦν, καὶ ἀεὶ παρακαλῶν οὐ παύσομαι.
Τί δὲ τοῦτό ἐστι;
Μέλλοντες προσιέναι τῇ φρικτῇ καὶ θείᾳ ταύτῃ τραπέζῃ καὶ ἱερᾷ μυσταγωγίᾳ, μετὰ φόβου καὶ τρόμου τοῦτο ποιεῖτε, μετὰ καθαροῦ συνειδότος, μετὰ νηστείας καὶ προσευχῆς, μὴ θορυβοῦντες, μηδὲ λακτίζοντες, μηδὲ ὠθοῦντες τοὺς πλησίον· ἐσχάτης γὰρ τοῦτο παρανοίας, καὶ καταφρονήσεως οὐ τῆς τυχούσης. ...
Ἐννόησον,
ὦ ἄνθρωπε, ποίας μέλλεις ἅπτεσθαι θυσίας, ποίᾳ προσέρχεσθαι τραπέζῃ· ἐνθυμήθητι καὶ ὅτι γῆ ὢν καὶ σποδὸς, αἷμα καὶ σῶμα Χριστοῦ μεταλαμβάνεις. ..
Οὐκ οἶδας, ὅτι γαλήνης δεῖ γέμειν τὴν ψυχὴν κατ᾿ ἐκεῖνον τὸν καιρόν; Εἰρήνης πολλῆς καὶ ἡσυχίας χρεία, οὐχὶ θορύβου καὶ θυμοῦ καὶ ταραχῆς· ταῦτα γὰρ ἀκάθαρτον ποιεῖ τὴν προσιοῦσαν ψυχήν. Τίς οὖν ἂν γένοιτο ἡμῖν συγγνώμη, εἰ μετὰ τοσαῦτα ἁμαρτήματα μηδὲ τὸν καιρὸν τῆς προσελεύσεως καθαρεύομεν τῶν ἀλόγων παθῶν ἐκείνων; ..
Μή, δέομαι καὶ ἀντιβολῶ, μὴ κινήσωμεν τὴν ὀργὴν τοῦ Θεοῦ καθ᾿ ἑαυτῶν. Φάρμακόν ἐστι σωτήριον τῶν ἡμετέρων τραυμάτων τὸ προκείμενον, πλοῦτός ἐστιν ἀνελλιπὴς, βασιλείας οὐρανῶν πρόξενος.
Φρίξωμεν τοίνυν προσιόντες, εὐχαριστήσωμεν, προσπέσωμεν, ἐξομολογούμενοι τὰ πταίσματα ἡμῶν, δακρύσωμεν τὰ οἰκεῖα πενθοῦντες κακὰ, ἐκτενεῖς εὐχὰς ἀποδῶμεν τῷ Θεῷ· καὶ οὕτω διακαθάραντες ἑαυτοὺς ἠρέμα, καὶ μετὰ τῆς προσηκούσης εὐταξίας, ὡς τῷ βασιλεῖ προσιόντες τῶν οὐρανῶν, οὕτω προσέλθωμεν· καὶ δεξάμενοι τὴν ἄμωμον καὶ ἁγίαν θυσίαν καταφιλήσωμεν, τοῖς ὀφθαλμοῖς περιπτυξώμεθα, διαθερμάνωμεν ἑαυτῶν τὴν διάνοιαν, ἵνα μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα συνερχώμεθα, ἀλλ᾿ εἰς σωφροσύνην ψυχῆς, εἰς ἀγάπην, εἰς ἀρετὴν, καὶ καταλλαγὴν τὴν πρὸς τὸν Θεὸν, εἰς εἰρήνην βεβαίαν, καὶ μυρίων ἀγαθῶν ὑπόθεσιν, ἵνα καὶ ἑαυτοὺς ἁγιάσωμεν, καὶ τοὺς πλησίον οἰκοδομήσωμεν. ...
Φρίξωμεν τοίνυν προσιόντες, εὐχαριστήσωμεν, προσπέσωμεν, ἐξομολογούμενοι τὰ πταίσματα ἡμῶν, δακρύσωμεν τὰ οἰκεῖα πενθοῦντες κακὰ, ἐκτενεῖς εὐχὰς ἀποδῶμεν τῷ Θεῷ· καὶ οὕτω διακαθάραντες ἑαυτοὺς ἠρέμα, καὶ μετὰ τῆς προσηκούσης εὐταξίας, ὡς τῷ βασιλεῖ προσιόντες τῶν οὐρανῶν, οὕτω προσέλθωμεν· καὶ δεξάμενοι τὴν ἄμωμον καὶ ἁγίαν θυσίαν καταφιλήσωμεν, τοῖς ὀφθαλμοῖς περιπτυξώμεθα, διαθερμάνωμεν ἑαυτῶν τὴν διάνοιαν, ἵνα μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα συνερχώμεθα, ἀλλ᾿ εἰς σωφροσύνην ψυχῆς, εἰς ἀγάπην, εἰς ἀρετὴν, καὶ καταλλαγὴν τὴν πρὸς τὸν Θεὸν, εἰς εἰρήνην βεβαίαν, καὶ μυρίων ἀγαθῶν ὑπόθεσιν, ἵνα καὶ ἑαυτοὺς ἁγιάσωμεν, καὶ τοὺς πλησίον οἰκοδομήσωμεν. ...
Μὴ τοίνυν ἀντὶ καταλλαγῆς παροξύνωμεν τὸν Θεὸν, ἀλλὰ πᾶσαν ἐπιμέλειαν καὶ πάντα κόσμον ἐπιδεικνύμενοι, καὶ ἀταραξίαν ψυχῆς, μετ᾿ εὐχῆς καὶ συντετριμμένης καρδίας προσίωμεν, ἵνα καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν ἐξιλεωσάμενοι, δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου